h3

Τῷ καιρῷ εκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.

Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.

Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς.

Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἐπέστρεψαν οἱ βοσκοὶ καὶ ἐδόξαζαν καὶ ὑμνοῦσαν τὸν Θεόν, δι’ ὅλα, ὅσα ἄκουσαν καὶ εἶδαν, ὅπως τοὺς εἶχε εἰπωθῆ. Καὶ ὄταν συμπληρώθησαν αἱ ὀκτὼ ἡμέραι διὰ νὰ κάμουν τὴν περιτομὴν τοῦ παιδιοῦ, τοῦ ἐδόθηκε τὸ ὄνομά του Ἰησοῦς, ὄπως ὠνομάσθηκε ἀπὸ τὸν ἄγγελον πρὶν συλληφθῇ εἰς τὴν κοιλιά.

Τὸ δὲ παιδὶ ἐμεγάλωνε καὶ ἐδυνάμωνε κατὰ τὸ πνεῦμα ἐπειδὴ ἐγέμιζε ἀπὸ σοφίαν καὶ ἡ χάρις τοῦ Θεοῦ ἦτο ἐπάνω του.

Καὶ οἱ γονεῖς του ἐπήγαιναν κάθε χρόνο εἰς τὴν Ἱερουσαλὴμ κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα. Ὅταν ἦτο δώδεκα ἐτῶν ἀνέβηκαν εἰς τὰ Ἱεροσόλυμα, κατὰ τὸ ἔθιμον τῆς ἑορτῆς, καὶ ὅταν ἐτελείωσαν τὰς ἡμέρας, ἐνῷ ἐπέστρεφαν, παρέμεινε τὸ παιδὶ Ἰησοῦς εἰς τὴν Ἱερουσαλήμ, χωρὶς νὰ τὸ καταλάβουν ὁ Ἰωσὴφ καὶ ἡ μητέρα του.

Ἐπειδὴ δὲ ἐνόμισαν ὅτι ἦτο μὲ συντροφιά, ἐβάδισαν μιᾶς ἡμέρας δρόμον καὶ τὸν ἀναζητοῦσαν μεταξὺ τῶν συγγενῶν καὶ τῶν γνωστῶν. Καὶ ἐπειδὴ δὲν τὸν εὑρῆκαν, ἐγύρισαν εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸν ἀναζητοῦσαν. Καὶ ὕστερα ἀπὸ τρεῖς ἡμέρες τὸν εὑρῆκαν νὰ κάθεται εἰς τὸν ναὸν εἰς τὸ μέσον τῶν διδασκάλων καὶ νὰ τοὺς ἀκούῃ καὶ νὰ τοὺς ἐρωτᾷ. Ὅλοι δὲ ὅσοι τὸν ἄκουαν, ἐθαύμαζαν διὰ τὴν νοημοσύνην καὶ τὰς ἀπαντήσεις του.

Καὶ ὅταν τὸν εἶδαν, ἐξεπλάγησαν καὶ ἡ μητέρα του τοῦ εἶπε, «Παιδί μου, γιατὶ μᾶς φέρθηκες ἔτσι; Ὁ πατέρας σου καὶ ἐγὼ σ’ ἐζητούσαμε μὲ μεγάλην ἀνησυχίαν». Καὶ αὐτὸς τοὺς εἶπε, «Γιατὶ μ’ ἐζητούσατε; Δὲν ἠξέρατε ὅτι πρέπει νὰ εἶμαι εἰς τὸ σπίτι τοῦ Πατέρα μου;». Ἀλλ’ αὐτοὶ δὲν κατάλαβαν τὶ ἐννοοῦσε μὲ αὐτὸ ποὺ τοὺς εἶπε.

Καὶ ἐπέστρεψε μαζί τους εἰς τὴν Ναζαρὲτ καὶ ἐξακολουθοῦσε νὰ ὑπακούῃ εἰς αὐτούς. Ἡ μητέρα του ἐφύλαγε εἰς τὴν καρδιά της ὅλα αὐτὰ τὰ γεγονότα. Καὶ ὁ Ἰησοῦς προώδευε εἰς σοφίαν καὶ σωματικὴν ἀνάπτυξιν καὶ εὔνοιαν ἐκ μέρους τοῦ Θεοῦ καὶ τῶν ἀνθρώπων.


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ